Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.262 Joseph. AJ 16.267 (English) >>Joseph. AJ 16.272

16.265οἰκτρὸς δʼ ἦν ἐν ἀμφοτέροις, ὅτε μὲν ἀπελύοντό τινες τὰς τοῦ νεανίσκου διαβολὰς εἰς ὀργὴν ἐκταραττόμενος, ἐπειδὴ δὲ Ἀρχέλαος συγκατηγόρει, πρὸς δάκρυα καὶ λύπην οὐκ ἀπαθῆ μεθιστάμενος· ἐδεῖτο γοῦν ἐκείνου μήτε διαλύειν τὸν γάμον ὀργῆς τε ἔλαττον ἔχειν ἐφʼ οἷς νεανίσκος ἠδίκησεν. 16.266Ἀρχέλαος δὲ παραλαβὼν ἐπιεικέστερον εἴς τε τοὺς φίλους μετέφερεν τὰς διαβολάς, ἐκείνων εἶναι λέγων νέον ὄντα καὶ κακοηθείας ἀναίσθητον διαφθεῖραι, τόν τε ἀδελφὸν αὐτῷ μᾶλλον εἰς ὑποψίαν καθίστη· 16.267τοῦ γὰρ Ἡρώδου χαλεπῶς καὶ πρὸς τὸν Φερώραν ἔχοντος μὲν ἀπορίᾳ τοῦ διαλλάξοντος Ἀρχέλαον ὁρῶν μάλιστα δυνάμενον αὐτὸς τυχὼν πρὸς ἐκεῖνον ἐτράπετο μελανείμων καὶ πάντα τὰ σημεῖα τῆς μετὰ μικρὸν ἀπωλείας ἔχων, 16.268Ἀρχέλαος δὲ οὔτε ὑπερεῖδεν τὴν ἔντευξιν οὔτʼ ἔφη δυνατὸς εἶναι ταχὺ μεταπείθειν οὕτως ἔχοντα τὸν βασιλέα· βέλτιον δὲ εἶναι αὐτῷ προσιέναι καὶ δεῖσθαι, τῶν πάντων αἴτιον αὑτὸν ὁμολογοῦντα· ὠφελήσειν γὰρ οὕτως τοῦ θυμοῦ τὸ περιττόν, αὐτὸς δὲ συλλήψεσθαι παρών. 16.269ταῦτα δὲ πεισθέντος αὐτοῦ συναμφότερον ἦν διαπεπραγμένον, αἵ τε διαβολαὶ παρὰ δόξαν ἀφῄρηντο τοῦ νεανίσκου καὶ Φερώραν Ἀρχέλαος διαλλάξας οὕτως εἰς Καππαδοκίαν ἀπῄει, κεχαρισμένος ὡς οὐκ ἄλλος ἐν τῇ τότε περιστάσει τῶν καιρῶν Ἡρώδῃ γενόμενος. ὅθεν καὶ δώροις αὐτὸν ἐτίμησεν πολυτελεστάτοις κἀν τοῖς ἄλλοις μεγαλοπρεπῶς ἐν τοῖς μάλιστα φίλτατον ἡγησάμενος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.262 Joseph. AJ 16.267 (English) >>Joseph. AJ 16.272

Powered by PhiloLogic